Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.235 Joseph. AJ 7.239 (English) >>Joseph. AJ 7.243

7.237ἔτι δὲ τῶν μὲν πλειόνων ἵνα μὴ κρατηθῶσιν ὑπὸ τῶν σὺν Ἰωάβῳ καὶ τοῖς σὺν αὐτῷ στρατηγοῖς ὄντων ὀλίγων, αἰσχύνην γὰρ αὐτοῖς τοῦτο εἶναι μεγίστην, τῶν δὲ Δαυίδου στρατιωτῶν ἵνα τοσούτων μυριάδων κρατήσωσι φιλοτιμουμένων, ἔρις ἐγένετο καρτερά, καὶ νικῶσιν οἱ Δαυίδου ῥώμῃ τε προύχοντες καὶ τῇ τῶν πολεμικῶν ἐπιστήμῃ. 7.238φεύγοντας δὲ διὰ δρυμῶν καὶ φαράγγων ἑπόμενοι τοὺς μὲν ἐλάμβανον πολλοὺς δὲ ἀνῄρουν, ὡς φεύγοντας πεσεῖν πλείονας μαχομένους· ἔπεσον γὰρ ὡς δισμύριοι ἐπʼ ἐκείνης τῆς ἡμέρας. οἱ δὲ τοῦ Δαυίδου πάντες ὥρμησαν ἐπὶ τὸν Ἀψάλωμον· φανερὸς γὰρ αὐτοῖς ὑπό τε τοῦ κάλλους καὶ τοῦ μεγέθους ἐγένετο. 7.239δείσας δέ, μὴ καταλάβωσιν αὐτὸν οἱ πολέμιοι, ἐπιβὰς τῆς ἡμιόνου τῆς βασιλικῆς ἔφευγε· φερόμενος δὲ μετὰ ῥύμης καὶ ὑπὸ τοῦ σάλου καὶ τῆς κινήσεως κοῦφος ὤν, ἐμπλακείσης αὐτῷ τῆς κόμης τραχεῖ δένδρῳ μεγάλοις ἐπὶ πολὺ κλάδοις ἐκτεταμένῳ παραδόξως ἀνακρεμνᾶται. καὶ τὸ μὲν κτῆνος ὑπʼ ὀξύτητος ὡς ἐπικείμενον τὸν δεσπότην ἔτι φέρον ἐχώρει προσωτέρω, δʼ ἐκ τῶν κλάδων αἰωρούμενος ἐκρατεῖτο τοῖς πολεμίοις. 7.240τοῦτό τις ἰδὼν τῶν Δαυίδου στρατιωτῶν ἐδήλωσεν Ἰωάβῳ, καὶ πεντήκοντα σίκλους ἂν αὐτῷ δεδωκέναι τοῦ στρατηγοῦ φήσαντος, εἰ βαλὼν ἀπέκτεινε τὸν Ἀψάλωμον, “οὐδʼ εἰ χιλίους, εἶπεν, ἔμελλές μοι παρέξειν, τοῦτʼ ἂν διέθηκά μου τὸν τοῦ δεσπότου παῖδα, καὶ ταῦτʼ ἐκείνου πάντων ἡμῶν ἀκουόντων φείσασθαι τοῦ νεανίσκου δεηθέντος.”


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.235 Joseph. AJ 7.239 (English) >>Joseph. AJ 7.243

Powered by PhiloLogic